Περικλέους Ἐπιτάφιος Λόγος

Θουκυδίδης

(Θουκυδίδου, Ἱστοριῶν Β´, § 35-46)

[35] Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν. ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι. χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις τῆς ἀληθείας βεβαιοῦται. ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ᾿ ἄν τι ἐνδεεστέρως πρὸς ἃ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦσθαι, ὅ τε ἄπειρος ἔστιν ἃ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀκούοι. μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τῷ δὲ ὑπερβάλλοντι αὐτῶν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν. ἐπειδὴ δὲ τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἔχειν, χρὴ καὶ ἐμὲ ἑπόμενον τῷ νόμῳ πειρᾶσθαι ὑμῶν τῆς ἑκάστου βουλήσεώς τε καὶ δόξης τυχεῖν ὡς ἐπὶ πλεῖστον.

[36] Ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τῆς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν δι᾿ ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν· κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἔχομεν ἀρχὴν οὐκ ἀπόνως ἡμῖν τοῖς νῦν προσκατέλιπον. τὰ δὲ πλείω αὐτῆς αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἔτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ ἐπηυξήσαμεν καὶ τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἢ εἴ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ Ἕλληνα πολέμιον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος ἐάσω· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν ἐπ᾿ αὐτὰ καὶ μεθ᾿ οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων ξύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν.

[37] Ξρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ᾿ ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται· μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ᾿ ἀρετῆς προτιμᾶται, οὐδ᾿ αὖ κατὰ πενίαν, ἔχων γέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ᾿ ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι᾿ ὀργῆς τὸν πέλας, εἰ καθ᾿ ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ᾿ ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν.

[38] Καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορισάμεθα, ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις νομίζοντες, ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν, ὧν καθ᾿ ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει. ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι ἢ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων.

[39] Διαφέρομεν δὲ καὶ ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν, καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἢ θεάματος, ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφ᾿ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ· καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν. τεκμήριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ᾿ ἑαυτούς, μεθ᾿ ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν. ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νικηθέντες ὑφ᾿ ἁπάντων ἡσσῆσθαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν αἰεὶ μοχθούντων φαίνεσθαι, καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις.

[40] Φιλοκαλοῦμέν τε γὰρ μετ᾿ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ᾿ ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ᾿ ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων. καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι᾿ εὐνοίας ᾧ δέδωκε σῴζειν· ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ᾿ ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν.

[41] Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι καὶ καθ᾿ ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ᾿ ἡμῶν ἐπὶ πλεῖστ᾿ ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ᾿ ἂν εὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑφ᾿ οἵων κακοπαθεῖ οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ᾿ ἀξίων ἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, καὶ οὐδὲν προσδεόμενοι οὔτε Ὁμήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ᾿ ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶν ἀΐδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτὴν μαχόμενοι ἐτελεύτησαν, καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν.

[42] Δι᾿ ὃ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ᾿ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. καὶ εἴρηται αὐτῆς τὰ μέγιστα· ἃ γὰρ τὴν πόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν πολλοῖς τῶν Ἑλλήνων ἰσόρροπος ὥσπερ τῶνδε ὁ λόγος τῶν ἔργων φανείη. δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφή. καὶ γὰρ τοῖς τἆλλα χείροσι δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς πατρίδος ἀνδραγαθίαν προτίθεσθαι· ἀγαθῷ γὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν. τῶνδε δὲ οὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη οὔτε πενίας ἐλπίδι, ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν, ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ᾿ αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι, καὶ ἐν αὐτῷ τῷ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλον ἡγησάμενοι ἢ [τὸ] ἐνδόντες σῴζεσθαι, τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ᾿ ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι᾿ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν.

[43] Καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο· τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ᾿ ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν, οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. κοινῇ γὰρ τὰ σώματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ᾿ ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ἔργου καιρῷ αἰείμνηστος καταλείπεται. ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ᾿ ἑκάστῳ τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται. οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ᾿ ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους. οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ᾿ οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ μετὰ τοῦ [ἐν τῷ] μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος.

[44] Δι᾿ ὅπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι. ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες· τὸ δ᾿ εὐτυχές, ὃ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν, ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶ ἐντελευτῆσαι ξυνεμετρήθη. χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτὲ καὶ αὐτοὶ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλ᾿ οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι· ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει· οὐ γὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον βουλεύεσθαι ὃ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν. ὅσοι δ᾿ αὖ παρηβήκατε, τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι.

[45] παισὶ δ᾿ αὖ ὅσοι τῶνδε πάρεστε ἢ ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα (τὸν γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν), καὶ μόλις ἂν καθ᾿ ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι, ἀλλ᾿ ὀλίγῳ χείρους κριθεῖτε. φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς, ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται, μνησθῆναι, βραχείᾳ παραινέσει ἅπαν σημανῶ. τῆς τε γὰρ ὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη ἡ δόξα καὶ ἧς ἂν ἐπ᾿ ἐλάχιστον ἀρετῆς πέρι ἢ ψόγου ἐν τοῖς ἄρσεσι κλέος ᾖ.

[46] Εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμον ὅσα εἶχον πρόσφορα, καὶ ἔργῳ οἱ θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ ἡ πόλις μέχρι ἥβης θρέψει, ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα· ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα, τοῖς δὲ καὶ ἄνδρες ἄριστοι πολιτεύουσιν. νῦν δὲ ἀπολοφυράμενοι ὃν προσήκει ἑκάστῳ ἄπιτε.

Ἀπόδοση

Οἱ περισσότεροι ἀπὸ ὅσους ὡς τώρα ἔχουν μιλήσει ἀπὸ τὸ βῆμα αὐτὸ συνηθίζουν νὰ ἐπαινοῦν ἐκεῖνον, ὁ ὁποῖος στὸν νόμο ποὺ διέπει τὴν ταφὴ τῶν νεκρῶν πρόσθεσε τὴν διάταξη αὐτὴ περὶ ἐπιταφίου λόγου, γιατὶ θεωροῦν ὅτι ἀξίζει τὸν κόπο νὰ ἀπονέμεται μιὰ τέτοια τιμὴ στοὺς νεκροὺς τῶν πολέμων κατὰ τὸν ἐνταφιασμό τους. Σὲ μένα ἐν τούτοις θὰ φαινόταν ὅτι εἶναι προτιμότερο, οἱ τιμὲς ποὺ ἀπονέμονται σὲ ἄνδρες, οἱ ὁποῖοι ἀναδείχθηκαν γενναῖοι με τὰ ἔργα τους, νὰ ἐκδηλώνονται καὶ αὐτὲς μὲ ἔργα μόνο, ὅπως εἶναι π.χ. αὐτές, τὶς ὁποῖες τώρα βλέπετε γύρω ἀπὸ τὸν ἐνταφιασμό τους, ποὺ ἔγινε δημοσίᾳ δαπάνῃ, καὶ ὄχι νὰ ἐξαρτῶνται οἱ ἀρετὲς τῶν πολλῶν ἀπὸ τὴν ἱκανότητα ἢ τὴν ἀνικανότητα ἑνὸς ἀνθρώπου, νὰ κανονίζεται δηλαδὴ ἡ περὶ αὐτῶν ἐκτίμηση τῶν ἀκροατῶν ἀπὸ τὴν εὐφράδεια ἢ μὴ εὐφράδεια τοῦ ρήτορα. Γιατὶ εἶναι δύσκολο πράγμα νὰ μιλήσει κανεὶς ἀντικειμενικὰ (χωρὶς δηλαδὴ νὰ πεῖ οὔτε λιγότερα οὔτε περισσότερα ἀπὸ ὅ,τι πρέπει) γιὰ κάποιο θέμα, γιὰ τὸ ὁποῖο εἶναι δύσκολο νὰ ἐξακριβωθεῖ καὶ αὐτὴ ἀκόμα ἡ ἁπλὴ ἰδέα, ὅτι τὰ λεγόμενα ἀπὸ τὸν ρήτορα εἶναι ἀληθινά. Γιατὶ ὁ ἀκροατής, ὁ ὁποῖος γνωρίζει τὰ πράγματα καὶ εἶναι εὐνοϊκὰ διατεθειμένος πρὸς αὐτοὺς ποὺ τὰ ἔπραξαν, θὰ σχημάτιζε ἴσως τὴν ἰδέα, ὅτι αὐτὰ ἐκτέθηκαν κάπως κατώτερα ἀπὸ ὅ,τι αὐτὸς γνωρίζει καὶ ἐπιθυμεῖ, ἐνῶ ἀντίθετα, ὅποιος τὰ ἀγνοεῖ, θὰ σκεπτόταν ὅτι μερικὰ ἐκτέθηκαν ἀρκετὰ μεγαλοποιημένα, καὶ αὐτὸ ἀπὸ φθόνο, τὸν ὁποῖο δοκιμάζει ὁ ἄνθρωπος, ὅταν ἀκούει κάτι τὸ ὁποῖο ὑπερβαίνει τὶς δικές του φυσικὲς δυνάμεις. Γιατὶ οἱ ἄνθρωποι ἀνέχονται τοὺς ἐπαίνους ποὺ λέγονται γιὰ ἄλλους μόνο ἐφόσον κάθε ἀκροατὴς ἔχει τὴ γνώμη, ὅτι καὶ αὐτὸς εἶναι ἱκανὸς νὰ πράξει κάτι ἀπὸ αὐτὰ ποὺ ἀκούει. Ἐνῶ γιὰ κάθε τί, τὸ ὁποῖο εἶναι ἀνώτερο ἀπὸ τὶς δυνάμεις του, αἰσθάνεται διὰ μιᾶς φθόνο καὶ δυσπιστία. Ἐφόσον ὅμως οἱ πρόγονοί μας ἔκριναν ὅτι μὲ αὐτὸν τὸν τρόπο πρέπει νὰ γίνονται τὰ πράγματα αὐτά, πρέπει κι ἐγὼ νὰ ἀκολουθήσω τὸ ἔθιμο αὐτὸ καὶ νὰ προσπαθήσω νὰ ἱκανοποιήσω τὴν ἐπιθυμία καὶ τὴν γνώμη τοῦ καθενός σας ὅσο μπορέσω περισσότερο.

Θὰ μιλήσω πρῶτα πρῶτα γιὰ τοὺς προγόνους μας. Διότι εἶναι δίκαιο, ἀλλὰ συγχρόνως καὶ πρέπον, σὲ μιὰ τέτοια περίσταση, κατὰ τὴν ὁποία θρηνοῦμε καὶ ἐγκωμιάζουμε τοὺς νεκρούς μας, νὰ τοὺς ἀπονέμεται ἡ τιμὴ αὐτὴ νὰ μνημονεύονται πρῶτοι. Γιατὶ δὲν ὑπῆρξαν οὔτε μία στιγμή, κατὰ τὴν ὁποία νὰ ἔπαυσαν νὰ κατοικοῦν τὴν χώρα αὐτή, καὶ χάρις στὴν ἀνδρεία τοὺς διαφύλατταν τὴν ἐλευθερία της ἀπὸ γενεὰ σὲ γενεὰ μέχρι τῶν ἡμερῶν μας καὶ μᾶς τὴν παράδωσαν ἐλεύθερη. Καὶ ἐκεῖνοι λοιπὸν εἶναι ἄξιοι ἐπαίνου ἀλλὰ ἀκόμη περισσότερο οἱ πατέρες μας. Γιατὶ ἐπὶ πλέον ἐκείνων, τὰ ὁποῖα κληρονόμησαν, ἀπέκτησαν μὲ πολλοὺς κόπους καὶ κληροδότησαν σὲ μᾶς τοὺς σημερινοὺς ὅλη αὐτὴ τὴν ἐπικράτεια ποὺ κατέχουμε σήμερα. Τὸ δὲ ἔργο τῆς περαιτέρω βελτίωσης, τὸ ἐπιτελέσαμε ἐμεῖς οἱ ἴδιοι ποὺ εἴμαστε συγκεντρωμένοι ἐδῶ, οἱ ὁποῖοι βρισκόμαστε ἀκόμη σὲ αὐτὴν ἀκριβῶς τὴν ἡλικία μας, καὶ ἐμεῖς ἐφοδιάσαμε τὴν πόλη μας μὲ ὅλα τὰ πράγματα, ὥστε νὰ εἶναι αὐταρκέστατη καὶ γιὰ πόλεμο καὶ γιὰ εἰρήνη. Ἀπὸ ὅλα δὲ αὐτὰ ἐγὼ ὅσα μὲν ἀναφέρονται σὲ πολεμικὰ κατορθώματα, μὲ τὰ ὁποῖα ἔγινε ἡ κάθε μιὰ κατάκτηση, ἢ ἀφοροῦν τὴν ἐνεργητικότητα, μὲ τὴν ὁποία ἀποκρούσαμε, εἴτε ἐμεῖς οἱ σημερινοὶ εἴτε οἱ πρόγονοί μας, τοὺς ἑκάστοτε ἐπελθόντες ἐναντίον μας Βαρβάρους ἢ Ἕλληνες, ὅλα αὐτά, θὰ τὰ παραλείψω, γιατὶ δὲν ἐπιθυμῶ νὰ ἀπεραντολογῶ ἐνώπιον ἀνθρώπων, οἱ ὁποῖοι τὰ γνωρίζουν.

Ἀλλὰ μὲ ποιὸν τρόπο φθάσαμε στὸ σημεῖο αὐτὸ τῆς δύναμης ποὺ εἴμαστε σήμερα, καὶ μὲ ποιὰ μορφὴ πολιτεύματος καὶ μὲ ποιὲς συνήθειες ἔγινε μεγάλη ἡ δύναμή μας, ὅλα αὐτὰ θὰ ἀναπτύξω πρῶτα, καὶ ἔπειτα θὰ προχωρήσω στὸ ἐγκώμιο αὐτῶν ἐδῶ τῶν νεκρῶν, γιατὶ νομίζω ὅτι δὲν εἶναι ἀνάρμοστο νὰ λεχθοῦν αὐτὰ καὶ γιὰ τὴν παροῦσα περίσταση, καὶ δὲν εἶναι ἀνώφελο νὰ τὰ ἀκούσουν ὅλοι οἱ παρευρισκόμενοι, ἀστοὶ καὶ ξένοι.

Ἔχουμε δηλαδὴ πολίτευμα, τὸ ὁποῖο δὲν ἀντιγράφει τοὺς νόμους ἄλλων, μᾶλλον δὲ ἐμεῖς οἱ ἴδιοι εἴμαστε ὑπόδειγμα σὲ μερικοὺς παρὰ μιμούμαστε ἄλλους. Καὶ ὀνομάζεται μὲν δημοκρατία, γιατὶ ἡ διοίκηση εἶναι στὰ χέρια τῶν πολλῶν καὶ ὄχι τῶν ὀλίγων, ἔναντι δὲ τῶν νόμων εἶναι ὅλοι ἴσοι στὶς ἰδιωτικές τους διαφορές, ἐνῶ ὡς πρὸς τὴν θέση τους στὸν δημόσιο βίο κάθε ἕνας προτιμᾶται γιὰ ἕνα ἀπὸ τὰ δημόσια ἀξιώματα ἀνάλογα μὲ τὴν ἐπίδοση τὴν ὁποία σημειώνει σὲ αὐτά, δηλαδὴ ἡ δημόσιά του σταδιοδρομία ἐξαρτᾶται μᾶλλον ἀπὸ τὴν ἀτομική του ἀξία καὶ ὄχι ἀπὸ τὴν κοινωνικὴ τάξη, ἀπὸ τὴν ὁποία προέρχεται, οὔτε πάλι ἕνας, ὁ ὁποῖος εἶναι μὲν φτωχὸς ἔχει ὅμως τὴν ἱκανότητα νὰ παράσχει κάποια ὑπηρεσία στὴν πατρίδα του, ἐμποδίζεται σὲ αὐτὸ ἀπὸ τὸ γεγονὸς ὅτι εἶναι ἄγνωστος. Ζοῦμε δὲ σὰν ἐλεύθεροι ἄνθρωποι, καὶ σὰν πολίτες στὸν δημόσιο βίο καὶ σὰν ἄτομα στὸν ἰδιωτικό, στὶς ἐπιδιώξεις μας τῆς καθημερινῆς ζωῆς, κατὰ τὶς ὁποῖες δὲν κοιτᾶμε ὁ ἕνας στὸν ἄλλον μὲ καχυποψία, δὲν θυμώνουμε μὲ τὸν γείτονά μας, ὅταν κάνει ὅ,τι τοῦ ἀρέσει, οὔτε παίρνουμε μία φυσιογνωμία σκυθρωπή, ἡ ὁποία μπορεῖ νὰ μὴν βλάπτει τὸν ἄλλο, πάντως ὅμως εἶναι δυσάρεστη. Ἐνῶ δὲ στὴν ἰδιωτική μας ζωὴ συναναστρεφόμαστε μεταξύ μας χωρὶς νὰ ἐνοχλεῖ ὁ ἕνας τὸν ἄλλον, στὴν δημόσιά μας ζωή, σὰν πολίτες, ἀπὸ σεβασμὸ πρὸ πάντων δὲν παραβαίνουμε τοὺς νόμους, ὑπακοῦμε δὲ στοὺς ἑκάστοτε κατέχοντες τὰ δημόσια ἀξιώματα καὶ στοὺς νόμους, πρὸ περισσότερο σὲ ἐκείνους ἀπὸ τοὺς νόμους, ποὺ ἔχουν θεσπιστεῖ γιὰ ὑποστήριξη τῶν ἀδικούμενων, καὶ σὲ ἄλλους, οἱ ὁποῖοι ἂν καὶ ἄγραφοι, ἡ παράβασή τους φέρνει πανθομολογούμενη ντροπὴ στοὺς παραβάτες.

Ἀλλὰ καὶ γιὰ τὸ πνεῦμα μας ἔχουμε ἐφεύρει πλείστους ὅσους τρόπους νὰ τὸ ἀνακουφίζουμε ἀπὸ τοὺς κόπους, μὲ ἑορταστικοὺς ἀγῶνες καὶ θυσίες, τὶς ὁποῖες ἔχουμε καθιερώσει καθ᾿ ὅλη τὴν διάρκεια τοῦ ἔτους, καὶ μὲ εὐπρεπῆ ἰδιωτικὰ οἰκήματα, ἡ δὲ εὐχαρίστηση τὴν ὁποία καθημερινὰ ἀπολαμβάνουμε ἀπὸ ὅλα αὐτά, διώχνει τὴν μελαγχολία. Λόγω δὲ τοῦ μεγάλου ἀριθμοῦ τῶν κατοίκων τῆς πόλης μας εἰσάγονται σὲ αὐτὴν προϊόντα ὅλου τοῦ κόσμου, καὶ συμβαίνει νὰ ἀπολαμβάνουμε ἔτσι τὰ προϊόντα τῶν ἄλλων χωρῶν μὲ ὅση οἰκειότητα καταναλώνουμε τὰ προϊόντα της Ἀττικῆς (σὰν νὰ εἶναι δηλαδὴ δικά μας).

Ὑπερέχουμε δὲ ἀπὸ τοὺς ἀντιπάλους μας καὶ στὴν πολεμικὴ προετοιμασία κατὰ τὰ ἑξῆς: Τὴν πόλη μας π.χ. τὴν παρέχουμε ἀνοιχτή σε ὅλον τὸν κόσμο, καὶ ποτὲ δὲν ἀποκλείουμε κανέναν διώχνοντας τοὺς ξένους ἀπὸ ὁποιοδήποτε ἀκρόαμα ἢ θέαμα, ἀπὸ τὸ ὁποῖο, ἂν δὲν τὸ κρατήσουμε μυστικὸ καὶ τὸ δεῖ κανεὶς ἀπὸ τοὺς ἐχθρούς μας, εἶναι δυνατὸν νὰ ὠφεληθεῖ, καὶ αὐτὸ γιατὶ ἔχουμε ἐμπιστοσύνη ὄχι τόσο στὶς πολεμικὲς προετοιμασίες καὶ τὰ στρατηγήματα ὅσο στὴν ἔμφυτη γενναιότητά μας ὅσον ἀφορᾶ τὰ ἔργα. Στὸ ζήτημα δὲ πάλι τῆς ἀγωγῆς, ἐνῶ ἐκεῖνοι ὑποβάλλονται ἀπὸ τὴν νεαρή τους ἀκόμα ἡλικία σὲ συνεχῆ καὶ ἐπίπονη ἄσκηση, μὲ τὴν ὁποία ἐπιδιώκουν νὰ γίνουν γενναῖοι, ἐμεῖς ζοῦμε μὲ ὅλες τὶς ἀνέσεις καὶ ὅμως εἴμαστε ἐξ ἴσου πρόθυμοι νὰ ἀντιμετωπίσουμε τοὺς κινδύνους, τοὺς ὁποίους ἀντιμετωπίζουν καὶ αὐτοί. Καὶ νὰ ἡ ἀπόδειξη: ἐνῶ οἱ Λακεδαιμόνιοι ἐκστρατεύουν κατὰ τῆς χώρας μας μὲ ὅλους τους τοὺς συμμάχους καὶ ποτὲ μόνοι, ἐμεῖς ἐπερχόμαστε κατὰ τῶν ἄλλων ἐντελῶς μόνοι, καὶ τὶς περισσότερες φορὲς νικᾶμε χωρὶς καμία δυσκολία τοὺς ἀντιπάλους μας, μολονότι ἐκεῖνοι μὲν μάχονται ὑπὲρ βωμῶν καὶ ἑστιῶν, ἐμεῖς δὲ εἴμαστε σὲ ξένο ἔδαφος. Καὶ κανεὶς ἀπὸ τοὺς ἐχθρούς μας δὲν ἀντιμετώπισε μέχρι σήμερα τὶς δυνάμεις μας ἑνωμένες, γιατὶ ἀφ᾿ ἑνὸς καταβάλλουμε πολλὲς φροντίδες ταυτόχρονα καὶ γιὰ τὸ ναυτικό μας, καὶ ἀφ᾿ ἑτέρου κατατέμνουμε τὶς δυνάμεις μας τοῦ πεζικοῦ καὶ τὶς στέλνουμε σὲ πολλὰ σημεῖα τῆς ἐπικράτειάς μας. Ἂν δὲ κάπου μὲ μέρος μόνο τῆς δύναμής μας συμπλακοῦν οἱ ἀντίπαλοί μας, τότε, ἂν μὲν νικήσουν, καυχῶνται ὅτι μᾶς νίκησαν ὅλους, ἂν δὲν νικηθοῦν, διακηρύσσουν ὅτι νικήθηκαν ἀπὸ ὅλους. Καὶ βέβαια, ἂν ἐμεῖς ἀντιμετωπίζουμε μὲ πολλὴ προθυμία τοὺς κινδύνους, μᾶλλον μὲ μιὰ ἀφροντισιὰ καὶ ἄνεση παρὰ μετὰ ἀπὸ ἐπίπονη ἄσκηση, καὶ μὲ ἀνδρεία, ἡ ὁποία ὀφείλεται ὄχι τόσο στὴν ἐπιβολὴ τῶν νόμων ὅσο στὴν φυσική μας εὐψυχία, ἔχουμε τὸ πλεονέκτημα ὅτι δὲν καταπονούμεθα προκαταβολικὰ γιὰ δεινά, τὰ ὁποῖα ἀνήκουν ἀκόμα στὸ μέλλον, καὶ ὅτι, ὅταν φθάσει ἡ ὥρα τῶν δεινῶν αὐτῶν, ἀποδεικνυόμαστε ὅτι δὲν εἴμαστε λιγότερο τολμηροὶ ἀπὸ ἐκείνους ποὺ μοχθοῦν ἀδιάκοπα. Δὲν εἶναι δὲ σὲ αὐτὰ μόνο ἀξιοθαύμαστη ἡ πόλη μας ἀλλὰ καὶ σὲ πολλὰ ἀκόμη.

Γιατὶ εἴμαστε λάτρεις τοῦ ὡραίου, ὅμως χωρὶς σπατάλη χρήματος, καὶ καλλιεργοῦμε τὸ πνεῦμα χωρὶς νὰ χάνουμε τὴν ἀνδρεία μας. Καὶ μεταχειριζόμαστε τὸν πλοῦτο περισσότερο σὰν μία εὐκαιρία δράσης παρὰ σὰν ἀφορμὴ κομπορρημοσύνης, τὸ νὰ ὁμολογεῖ δὲ κανεὶς τὴν φτώχειά του δὲν εἶναι ντροπή, εἶναι ὅμως αἰσχρότερο τὸ νὰ μὴν προσπαθεῖ νὰ τὴν ἀποφύγει μὲ τὴν ἐργασία. Ἐπὶ πλέον, οἱ ἴδιοι ἐμεῖς ὅλοι εἴμαστε σὲ θέση νὰ φροντίζουμε ταυτόχρονα γιὰ τὶς ἰδιωτικές μας ὑποθέσεις καὶ γιὰ τὶς ὑποθέσεις τῆς πόλης μας, καὶ ὅσοι ἀπὸ ἐμᾶς εἶναι απασχολημενοι μὲ ἰδιωτικὲς ἐπιχειρήσεις καὶ αὐτοὶ ἀκόμα κατέχουν τὰ πολιτικὰ ζητήματα στὴν ἐντέλεια. Γιατὶ εἴμαστε ὁ μόνος λαὸς ποὺ τὸν μὴ ἀναμειγνυόμενο καθόλου στὰ κοινὰ δὲν τὸν θεωροῦμε φιλήσυχο ἀλλὰ ἄχρηστο, καὶ οἱ μόνοι ποὺ ὅποτε δὲν τὰ ἐπινοοῦμε καὶ δὲν τὰ προτείνουμε οἱ ἴδιοι πάντως ἔχουμε τὴ δύναμη νὰ κρίνουμε σωστὰ τὰ λαμβανόμενα μέτρα, τοὺς δὲ λόγους δὲν τοὺς θεωροῦμε καθόλου ἐμπόδιο τῶν ἔργων, ἀλλὰ μᾶλλον θεωροῦμε σὰν ἐμπόδιο τὸ νὰ μὴν ἔχουμε κατατοπισθεῖ προφορικὰ σὲ ὅσα ἔχουμε νὰ κάνουμε, πρὶν καταπιαστοῦμε μὲ αὐτά. Γιατὶ ὑπερέχουμε ἀπὸ τοὺς ἄλλους καὶ ὡς πρὸς αὐτὸ ἀκόμη, ὅτι δηλαδὴ ἐμεῖς οἱ ἴδιοι ἀποφασίζουμε γιὰ ὅσα πρόκειται νὰ ἐπιχειρήσουμε καὶ ἐμεῖς οἱ ἴδιοι τὰ ἐπιχειροῦμε. Ἐνῶ ὡς πρὸς αὐτὸ οἱ ἄλλοι... σὲ αὐτοὺς ἡ μὲν ἀμάθεια τοὺς κάνει νὰ ἀποφασίζουν ἡ δὲ σκέψη τοὺς κάνει νὰ διστάζουν. Πιὸ τολμηροὶ ὅμως ἀπὸ ὅλους εἶναι σωστὸ νὰ θεωροῦνται ὅσοι γνωρίζουν μὲ σαφήνεια ποιὲς εἶναι οἱ συμφορὲς καὶ ποιὰ τὰ εὐχάριστα, καὶ ὅμως ἡ γνώση αὐτὴ δὲν τοὺς κάνει νὰ ἀποφεύγουν τοὺς κινδύνους. Ἀλλὰ καὶ στὰ ζητήματα τῆς καλωσύνης διαφέρουμε ἀπὸ τὴν πλειονότητα τῶν ἀνθρώπων. Γιατὶ ἐμεῖς τοὺς φίλους τους ἀποκτᾶμε μᾶλλον εὐεργετώντας παρὰ εὐεργετούμενοι ἀπὸ αὐτούς. Σταθερότερος δὲ φίλος εἶναι ὁ εὐεργετῶν τὸν ἄλλον, γιατὶ εἶναι φυσικὸ νὰ προσπαθεῖ νὰ διατηρεῖ τὴν ἀνάμνηση τῆς εὐεργεσίας μὲ τὸ νὰ φέρεται πάντοτε καλὰ πρὸς τὸν εὐεργετούμενο. Ἐνῶ ἀντιθέτως αὐτὸς ποὺ ὀφείλει τὴν εὐεργεσία εἶναι ψυχρότερος στὶς σχέσεις του, γιατὶ γνωρίζει, ὅτι πρόκειται νὰ ἀνταποδώσει τὴν καλωσύνη σὰν πληρωμὴ χρέους καὶ ὄχι γιὰ νὰ ἐξασφαλίσει τὴν εὐγνωμοσύνη τοῦ ἄλλου. Καὶ εἴμαστε οἱ μόνοι ποὺ βοηθᾶμε τὸν ἄλλο χωρὶς τὴν ἐλάχιστη ἀνησυχία, καὶ αὐτὸ μᾶλλον ἀπὸ τὴν ἐμπιστοσύνη ποὺ ἐμπνέει ἡ ἐλευθερία παρὰ ἀπὸ συμφεροντολογικοὺς ὑπολογισμούς.

Ἀνακεφαλαιώνοντας λοιπὸν τὰ παραπάνω τονίζω, ὅτι ἡ ὅλη πόλη εἶναι σχολεῖο τῆς Ἑλλάδας καὶ ὅτι, κατὰ τὴ γνώμη μου, ὁ καθένας ἀπὸ ἐμᾶς ἔχει τὴν ἱκανότητα νὰ προσαρμοστεῖ πρὸς τὶς πλέον διαφορετικὲς μορφὲς δράσεως μὲ τὴν μεγαλύτερη εὐστροφία καὶ χάρη. Καὶ ὅτι αὐτὰ εἶναι μᾶλλον ἡ πραγματικὴ ἀλήθεια καὶ ὄχι ἁπλὴ κομπορρημοσύνη, κατάλληλη γιὰ τὴν παροῦσα περίσταση, τὸ ἀποδεικνύει αὐτὴ ἡ δύναμη τῆς πόλης, τὴν ὁποία ἀποκτήσαμε μὲ τὶς ἱκανότητές μας αὐτές. Γιατὶ εἶναι ἡ μόνη πόλη ἀπὸ τὶς σημερινὲς ποὺ ὅταν δοκιμάζεται ἀποδεικνύεται ἀνώτερή της φήμης της, καὶ ἡ μόνη, ἢ ὁποία οὔτε στὸν ἐχθρό, ποὺ τῆς ἐπιτίθεται, δίνει ἀφορμὴ νὰ ἀγανακτήσει μὲ ὅσα παθαίνει ἀπὸ τέτοιους ἀντιπάλους, οὔτε στοὺς ὑπηκόους της δίνει ἀφορμὴ γιὰ παράπονα, γιατὶ τάχα ἐξουσιάζονται ἀπὸ ἀνάξιους νὰ ἔχουν τὴν ἐξουσία. Ἡ δύναμή μας δὲ αὐτὴ δὲν εἶναι βέβαια χωρὶς ἀποδείξεις, ἀλλὰ ὑπάρχουν μεγαλοπρεπῆ μνημεῖα αὐτῆς, γιὰ τὰ ὁποῖα μᾶς θαυμάζουν» οἱ σύγχρονοί μας καὶ θὰ μᾶς θαυμάζουν καὶ οἱ μελλοντικὲς γενιές, καὶ μάλιστα χωρὶς νὰ χρειαζόμαστε τοὺς ἐπαίνους οὔτε τοῦ Ὁμήρου οὔτε κανενὸς ἄλλου, τοῦ ὁποίου οἱ στίχοι εἶναι δυνατὸν νὰ εὐχαριστήσουν πρὸς στιγμήν, θὰ ἔλθει ὅμως ἡ πραγματικότητα, ἡ ὁποία θὰ ἀποκαλύψει ψεύτικη τὴν ἰδέα ποὺ σχηματίστηκε γιὰ τὰ πράγματα, ἀλλὰ γιατὶ ὁλόκληρη τὴ θάλασσα καὶ τὴν ξηρὰ τὴν ἐξαναγκάσαμε νὰ γίνει προσιτὴ στὴν τόλμη μας, ἱδρύσαμε δὲ παντοῦ αἰώνια μνημεῖα καὶ τῆς φιλίας μας καὶ τῆς ἔχθρας μας. Ὑπὲρ αὐτῆς λοιπὸν τῆς πόλης καὶ αὐτοὶ ἐδῶ λοιπὸν πολέμησαν γενναία καὶ βρῆκαν τὸν θάνατο, γιατὶ δὲν μποροῦσαν νὰ ἀνεχθοῦν τὴν στέρησή της, καὶ ἀπὸ ἐμᾶς τοὺς ἀπομένοντες στὴν ζωὴ ὁ καθένας πρέπει νὰ ἔχει τὴν προθυμία νὰ μοχθήσει γι᾿ αὐτήν.

Γι᾿ αὐτὸν λοιπὸν τὸ λόγο μακρηγόρησα γιὰ ὅσα ἀφοροῦν τὴν πόλη, ἀφ᾿ ἑνὸς μὲν δηλαδὴ γιατὶ ἤθελα νὰ σᾶς δείξω, ὅτι ἐμεῖς δὲν ἀγωνιζόμαστε γιὰ τὸν ἴδιο σκοπό, γιὰ τὸν ὁποῖο ἀγωνίζονται ὅσοι δὲν ἔχουν κανένα ἀπὸ αὐτὰ τὰ πλεονεκτήματα σὲ ἴσο βαθμὸ μὲ μᾶς, καὶ ἀφ᾿ ἑτέρου γιατὶ μὲ αὐτὸν τὸν τρόπο ἤθελα νὰ κάνω φανερό με ἀποδείξεις, ὅτι εἶναι δίκαιο τὸ ἐγκώμιο τῶν ἀνδρῶν αὐτῶν, γιὰ τοὺς ὁποίους μιλάω τώρα. Καὶ ἔχω ἤδη ἀναφέρει τὰ κυριότερα σημεῖα τούτου τοῦ ἐγκωμίου. Γιατὶ ὅσα εἶπα γιὰ τὴν πόλη γιὰ νὰ τὴν ἐξυμνήσω, εἶναι στολίδια, μὲ τὰ ὁποῖα τὴν στόλισαν οἱ ἀρετὲς αὐτῶν ἐδῶ καὶ ἄλλων ὁμοίων με αὐτούς, καὶ πολὺ λίγοι Ἕλληνες ὑπάρχουν, γιὰ τοὺς ὁποίους μπορεῖ νὰ λεχθεῖ, ὅ,τι μπορεῖ νὰ λεχθεῖ γι᾿ αὐτοὺς ἐδῶ, ὅτι δηλαδὴ φήμη τοὺς ἰσοσταθμίζει τὰ ἔργα τους. Ἔχω δὲ τὴ γνώμη, ὅτι θάνατος σὰν αὐτὸν ἐδῶ τῶν προκείμενων νεκρῶν παρέχει τὸ ἀληθινὸ μέτρο τῆς ἀξίας ἑνὸς ἀνθρώπου, καὶ ἄλλοτε μὲν εἶναι ὁ πρῶτος ποὺ τὴν προαναγγέλλει ἄλλοτε δὲ ὁ τελευταῖος ποὺ τὴν ἐπισφραγίζει. Γιατὶ καὶ ἐκεῖνοι ἀκόμη ποὺ ὑστεροῦν κατὰ τὰ ἄλλα, δικαιοῦνται νὰ προβάλλουν γιὰ ὑπεράσπισή τους τὴν ἀνδραγαθία, τὴν ὁποία ἐπέδειξαν κατὰ τοὺς πολέμους, μαχόμενοι ὑπὲρ τῆς πατρίδας. Γιατὶ ἐξέλειψαν τὸ κακὸ διὰ τοῦ καλοῦ, καὶ μὲ τὶς καλές τους ὑπηρεσίες σὰν ὑπερασπιστὲς τῆς πατρίδας τὴν ὠφέλησαν περισσότερο ἀπ᾿ ὅσο τὴν ἔβλαψαν μὲ τὰ τυχὸν σφάλματά τους στὴν ἰδιωτική τους ζωή. Ἀπὸ αὐτοὺς ὅμως ἐδῶ κανεὶς δὲν δείχθηκε δειλὸς μπροστὰ στὸν θάνατο ἐξ αἰτίας τοῦ πλούτου του, δὲν προτίμησε δηλαδὴ νὰ συνεχίσει τὴν ἀπόλαυσή του, οὔτε ἀπέφυγε τὸν κίνδυνο ἐξ αἰτίας τῆς φτώχειάς του, ἀπὸ τὴν ἐλπίδα δηλαδὴ ὅτι μπορεῖ νὰ τὴν ἀποφύγει ἐπὶ τέλους κάποτε καὶ νὰ γίνει πλούσιος. Ἀλλὰ περισσότερο ἀπὸ ὅλα τὰ ἀγαθὰ πόθησαν τὴν τιμωρία τῶν ἐχθρῶν τους, καὶ συνάμα θεώρησαν ὅτι δὲν ὑπάρχει ἐνδοξότερος κίνδυνος ἀπὸ αὐτὸν ἐδῶ, καὶ γιὰ τοῦτο προθυμοποιήθηκαν νὰ ριφθοῦν σὲ αὐτόν, γιὰ νὰ ἐκδικηθοῦν τοὺς ἐχθρούς τους ἀφ᾿ ἑνός, καὶ γιὰ νὰ ἐπιδιώξουν τὴν ἀπόκτηση τῶν ἀγαθῶν αὐτῶν ἀφ᾿ ἑτέρου, τὴν μὲν ἀβεβαιότητα δηλαδὴ τῆς ἐπιτυχίας τὴν ἐμπιστεύθηκαν στὴν ἐλπίδα, ὡς πρὸς δὲ τὸν κίνδυνο τοῦ θανάτου ποὺ βρισκόταν μπροστὰ τοὺς κατὰ τὴν μάχη ἦταν ἀποφασισμένοι νὰ στηριχθοῦν στὸν ἑαυτό τους καὶ μόνο. Καὶ μέσα στὴ μάχη θεώρησαν πάντα προτιμότερο νὰ ἀντισταθοῦν καὶ νὰ βροῦν τὸν θάνατο παρὰ νὰ σωθοῦν τρεπόμενοι σὲ φυγή, καὶ γι᾿ αὐτὸ ἀπέφευγαν τὴν αἰσχρὴ φήμη τῆς δειλίας, καὶ ὑπέβαλαν τὰ σώματά τους σὲ ὅλα τὰ δεινά της μάχης, σὲ μιὰ δὲ κρίσιμη στιγμή, ποὺ ἦταν στὰ χέρια τῆς τύχης, στὸ ὕψος τῆς δόξας μᾶλλον παρὰ τοῦ τρόμου, βρῆκαν τὸν θάνατο.

Καὶ αὐτοὶ μὲν ἐδῶ τέτοιου εἴδους ἄνθρωποι ὑπῆρξαν, ἀντάξιοί της πατρίδας τους. Σεῖς δὲ οἱ ἐπιζῶντες πρέπει νὰ εὔχεσθε, τὸ γενναῖο σας φρόνημα ἀπέναντι στοὺς ἐχθροὺς νὰ εἶναι περισσότερο τυχερὸ ἀπὸ αὐτὸ τῶν προηγούμενων νεκρῶν, μὲ κανέναν ὅμως τρόπο νὰ καταδέχεσθε νὰ εἶναι λιγότερο τολμηρό, καὶ νὰ μὴν κρίνετε τὴν ἀξία τοῦ φρονήματος αὐτοῦ ἀπὸ τοὺς ἐπαίνους τοῦ ρήτορα μόνο, ὁ ὁποῖος θὰ μποροῦσε νὰ τὴν μεγαλοποιήσει ὅσο ἤθελε ἐνώπιόν σας (ἂν καὶ σεῖς τὰ ξέρετε τὸ ἴδιο καλὰ μὲ αὐτόν), ἀναφέροντας ὅλα τὰ καλὰ ποὺ ὑπάρχουν στὴν ἄμυνα ἐναντίον τῶν ἐχθρῶν, ἀλλὰ μᾶλλον νὰ παρατηρεῖτε καθημερινὰ τὴ δύναμη τῆς πόλης, ὅπως αὐτὴ παρουσιάζεται μὲ ἔργα, καὶ νὰ κυριεύεσθε λίγο ἀπὸ ἔρωτα πρὸς αὐτήν, καὶ ὅταν σᾶς φανεῖ ὅτι εἶναι μεγάλη, νὰ συλλογίζεσθε ὅτι ὅλα αὐτὰ τὰ ἀπέκτησαν ἄνθρωποι τολμηροὶ ποὺ εἶχαν συναίσθηση τοῦ καθήκοντός τους, καὶ κατὰ τὴν ὥρα τῆς μάχης εἶχαν πάντοτε μπροστὰ στὰ μάτια τοὺς τὸν φόβο τοῦ ντροπιάσματος, ὅσες φορὲς δὲ ἀποτύγχαναν σὲ κάποια τοὺς προσπάθεια, δὲν νόμιζαν ὅτι γιὰ τὸν λόγο αὐτὸ ἔπρεπε νὰ στερήσουν καὶ τὴν πόλη ἀπὸ τὶς ὑπηρεσίες τους, ἀλλὰ συνεισέφεραν ὑπὲρ αὐτῆς τὴν ὡραιότερη συνεισφορά. Γιατὶ ἐνῶ ὅλοι μαζὶ ἀπὸ κοινοῦ πρόσφεραν στὴν ὑπηρεσία τῆς πατρίδας τὰ σώματά τους, ἀπελάμβαναν ἀτομικὰ κάθε ἕνας, σὰν ἀνταμοιβὴ τρόπον τινά, τὸν ἔπαινο, ὁ ὁποῖος δὲν γερνάει ποτέ, καὶ τὸν πιὸ ἐπίσημο τάφο, ποὺ εἶναι δυνατὸν νὰ ἀποκτήσει ἄνθρωπος, δὲν ἐννοῶ δὲ τὸν τάφο, στὸν ὁποῖο ἔχουν ἐναποτεθεῖ τὰ λείψανά τους, ἀλλὰ μᾶλλον τὸν τάφο, στὸν ὁποῖο ἀπομένει μετὰ θάνατον ἡ δόξα τους καὶ μνημονεύεται αἰωνίως σὲ κάθε παρουσιαζόμενη κάθε φορὰ εὐκαιρία εἴτε λόγου εἴτε ἔργου. Γιατὶ τῶν ἐπιφανῶν ἀνδρῶν τάφος εἶναι ἡ Γῆ ὁλόκληρη, καὶ τὴν ὕπαρξή τους δὲν τὴν φανερώνει μόνο ἡ ἐπιγραφὴ μιᾶς στήλης σὲ κάποιο μέρος τῆς πατρίδας τους, ἀλλὰ καὶ στὰ ξένα μέρη εἶναι ἐγκατεστημένη μία ἄγραφη ἀνάμνηση αὐτῶν σκαλισμένη ὄχι σὲ κάποιο ἔργο τέχνης ἀλλὰ μᾶλλον στὶς καρδιὲς ἑνὸς ἑκάστου τῶν ἀνθρώπων. Αὐτοὺς λοιπόν, ἐσεῖς τώρα νὰ τοὺς μιμηθεῖτε, καὶ μὲ τὴ σκέψη ὅτι εὐδαιμονία εἶναι ἡ ἐλευθερία, ἐλευθερία δὲ ἡ τόλμη, μὴν τρομοκρατεῖσθε ἀπὸ τοὺς κινδύνους τοῦ πολέμου. Γιατὶ δὲν θὰ ἦταν δικαιότερο νὰ ἀψηφοῦν τὴν ζωὴ τοὺς οἱ δυστυχοῦντες ἄνθρωποι, οἱ ὁποῖοι δὲν ἐλπίζουν νὰ ἀπολαύσουν κανέναν καλό, ἀλλὰ οἱ εὐτυχισμένοι, οἱ ὁποῖοι κατὰ τὴν διάρκεια ἀκόμη τῆς ζωῆς τοὺς διατρέχουν τὸν κίνδυνο νὰ δοῦν τὴν κατάστασή τους νὰ μεταβάλλεται στὴν ἀντίθετη, δηλαδὴ τὴν δυστυχία, καὶ γιὰ τοὺς ὁποίους θὰ ἦταν πολὺ σημαντικὴ ἡ διαφορά, ἂν ὑποτεθεῖ ὅτι πάθαιναν κανένα ἀτύχημα. Γιατὶ προξενεῖ μεγαλύτερο πόνο, σὲ ἕναν βέβαια ποὺ ἔχει κάποια ὑψηλοφροσύνη, ἡ ἐξαθλίωση ποὺ συνοδεύεται ἀπὸ ἐκφυλισμό, παρὰ ὁ θάνατος ποὺ τοῦ ἔρχεται ξαφνικά, χωρὶς κἂν νὰ γίνει αἰσθητός, ἐπάνω στὴν ἀκμὴ τῆς σωματικῆς του δύναμης καὶ ἐπάνω στὶς ἐλπίδες ποὺ τρέφει καὶ ὁ κάθε θνητός.

Γι᾿ αὐτὸν λοιπὸν τὸν λόγο καὶ σᾶς τοὺς γονεῖς τῶν ἡρώων αὐτῶν, ὅσοι εἶσθε παρόντες, δὲν σᾶς κλαίω τὴν στιγμὴ αὐτή, ἀλλὰ μᾶλλον θὰ προσπαθήσω νὰ σᾶς παρηγορήσω. Γιατί, ὅπως ὅλοι, γνωρίζουν καὶ αὐτοὶ ὅτι μεγάλωσαν μέσα σὲ ποικίλες ἐναλλαγὲς τῆς τύχης, καὶ ὅτι εὐτυχισμένοι μπορεῖ νὰ θεωροῦνται μόνο ἐκεῖνοι, στοὺς ὁποίους ἔλαχε ἡ μεγίστη τιμή, εἴτε ἕνας ἔντιμος θάνατος εἶναι αὐτή, ὅπως αὐτῶν ἐδῶ, εἴτε μία ἔντιμη λύπη, ὅπως ἡ δική σας, καὶ ἐκεῖνοι, τῶν ὁποίων οἱ ἡμέρες τῆς ζωῆς τοὺς κανονίστηκαν κατὰ τέτοιον τρόπο, ὥστε τὸ τέρμα τῆς εὐτυχίας τους νὰ συμπέσει μὲ τὸ τέρμα τῆς ζωῆς τους. Γνωρίζω βέβαια ὅτι εἶναι δύσκολο νὰ σᾶς πείσω γι᾿ αὐτά, μιὰ τέτοια στιγμὴ κατὰ τὴν ὁποία ἡ εὐτυχία τῶν ἄλλων θὰ σᾶς κάνει νὰ θυμηθεῖτε πολλὲς φορὲς τὴν εὐτυχία, ποὺ κάποτε αἰσθανθήκατε καὶ σεῖς. Καὶ λύπη αἰσθάνεται κανεὶς ὄχι γιὰ τὴν ἔλλειψη τῶν ἀγαθῶν ποὺ δὲν δοκίμασε ποτὲ στὴν ζωή του, ἀλλὰ γιὰ τὴν στέρηση ἐκείνων, τὰ ὁποῖα πρὶν τοῦ ἀφαιρεθοῦν ἀποτέλεσαν μέρος τῆς ζωῆς του. Ὅσοι δὲ ἀπὸ ἐσᾶς εἶσθε σὲ ἡλικία ποὺ ἐπιτρέπει τὴν τεκνοποιία, πρέπει νὰ ὑποφέρετε τὸν πόνο σας μὲ περισσότερη ὑπομονή, γιατὶ ἐλπίζετε νὰ ἀποκτήσετε καὶ ἄλλα παιδιά. Γιατὶ ὄχι μόνο γιὰ τὸν καθένα σας ἰδιαίτερα ἐκεῖνα ποὺ θὰ γεννηθοῦν θὰ σᾶς κάνουν νὰ λησμονήσετε σιγὰ σιγὰ αὐτὰ ποὺ χάσατε στὸν πόλεμο, ἀλλὰ καὶ γιὰ τὴν πόλη τὸ κέρδος θὰ εἶναι διπλό, γιατὶ μὲ αὐτὸν τὸν τρόπο, ἀφ᾿ ἑνὸς ἀποφεύγεται ἡ ἀπειλούμενη ἐρήμωση ἀπὸ τὴν ἐλάττωση τοῦ πληθυσμοῦ, καὶ ἀφ᾿ ἑτέρου ἐνισχύεται ἡ ἀσφάλειά της. Γιατὶ τίποτε τὸ σωστὸ καὶ δίκαιο δὲν εἶναι σὲ θέση νὰ σκεφθοῦν καὶ νὰ συμβουλεύσουν τὴν πόλη ὅσοι δὲν ἔχουν παιδιὰ νὰ τὰ ἐκθέσουν στὸν κίνδυνο ποὺ ἐκτίθενται τὰ παιδιὰ ὅλων τῶν ἄλλων. Ὅσοι δὲ πάλι ἔχετε προσπεράσει τὸ ὅριο αὐτὸ τῆς ἡλικίας, πρέπει νὰ θεωρεῖτε κέρδος τὸ ὅτι περάσατε τὸ μεγαλύτερο μέρος τῆς ζωῆς σας εὐτυχισμένοι, ἡ δὲ περίοδος τῆς λυπημένης ζωῆς σας θὰ εἶναι σύντομη, καὶ νὰ ἀνακουφίζεσθε ἀπὸ τὴν δόξα αὐτῶν ἐδῶ τῶν ἡρωϊκῶς πεσόντων παιδιῶν σας. Γιατὶ τὸ μόνο πράγμα ποὺ δὲν γερνάει ποτὲ εἶναι ἡ φιλοδοξία, καὶ ἐκεῖνο ποὺ εὐχαριστεῖ τὸν ἄνθρωπο στὴν γεροντική του ἡλικία, ὅταν εἶναι ἄχρηστος πιά, δὲν εἶναι τὸ κέρδος, ὅπως ἰσχυρίζονται μερικοί, ἀλλὰ ἡ ἀπόλαυση τιμῶν.

Ὡς πρὸς σᾶς δὲ ἐξ ἄλλου, τοὺς γιοὺς καὶ ἀδελφούς τους, ὅσοι εἶσθε παρόντες, βλέπω ὅτι ἡ προσπάθεια, τὴν ὁποία θὰ πρέπει νὰ καταβάλλετε, γιὰ νὰ τοὺς μιμεῖσθε, εἶναι τρομακτικὰ δύσκολη. Γιατὶ ὅλοι συνηθίζουν νὰ ἐπαινοῦν ἐκεῖνον ποὺ δὲν ὑπάρχει πλέον, ὁσοδήποτε δὲ ὑπέροχη καὶ ἂν ὑποτεθεῖ ὅτι εἶναι ἡ ἀρετή σας, μόλις καὶ μετὰ βίας θὰ θεωρούσατε ὅτι εἶσθε, ὄχι ὅμοιοι, ἀλλὰ κατὰ τί κατώτεροι. Γιατὶ καὶ μεταξὺ τῶν ζώντων ὑπάρχει φθόνος ἀμοιβαῖος ἐκ μέρους τῶν ἑκάστοτε ἀντιζήλων, ὅποιος δὲ πεθαίνει καὶ δὲν εἶναι ἐμπόδιο σὲ κανέναν τιμᾶται μὲ μία εὔνοια ἀπαλλαγμένη ἀπὸ κάθε ἀντίδραση. Ἂν δὲ πρέπει νὰ κάνω λόγο καὶ γιὰ τὴν γυναικεία ἀρετή, σχετικὰ μὲ αὐτὲς ποὺ θὰ ζοῦν ὡς ἑξῆς σὰν χῆρες, θὰ συμπεριλάβω ὅλα ὅσα ἔχω νὰ πῶ σὲ μία σύντομη παραίνεση: θὰ εἶναι μεγάλη ἡ δόξα σας, ἂν δὲν δειχθεῖτε κατώτεροι τοῦ φυσικοῦ σας χαρακτήρα, καὶ μάλιστα ἂν γιὰ τὴν κάθε μιά σας γίνεται ὅσο τὸ δυνατὸν λιγότερος λόγος μεταξὺ τῶν ἀνδρῶν, εἴτε πρὸς ἔπαινον εἴτε πρὸς κατηγορία (εἴτε γιὰ καλὸ εἴτε γιὰ κακό).

Ἐκφώνησα λοιπὸν κι ἐγώ, σύμφωνα μὲ τὴν ἐπιταγὴ τοῦ νόμου, τὸν ἐπιτάφιο, καὶ εἶπα ὅ,τι εἶχα νὰ πῶ κατάλληλο γιὰ τὴν περίσταση, καὶ μὲ ἔργα δὲ αὐτοί, τοὺς ὁποίους θάπτουμε, ἐν μέρει μὲν ἔχουν τιμηθεῖ τώρα ἀμέσως, ἐν μέρει δὲ θὰ τιμῶνται στὸ μέλλον, γιατὶ ἡ πόλη θὰ ἀνατρέφει τὰ παιδιὰ τοὺς δημοσία δαπάνη μέχρι ποὺ νὰ γίνουν ἔφηβοι, ἀπονέμουσα ἔτσι καὶ σὲ αὐτοὺς ἐδῶ καὶ στοὺς ἐπιζῶντες χρήσιμη ἀμοιβή, ἀντὶ στεφάνου τρόπον τινά, γιὰ αὐτοὺς τοὺς ἀγῶνες τοὺς ὑπὲρ τῆς πατρίδας. Γιατὶ ὅπου τὰ βραβεῖα τῆς ἀρετῆς εἶναι τὰ πιὸ μεγάλα, ἐκεῖ συγκαταλέγονται μεταξὺ τῶν πολιτῶν καὶ οἱ πιὸ ἐνάρετοι ἄνδρες. Καὶ τώρα νὰ χορτάσει ὁ καθένας θρηνώντας τὸν δικό του καὶ ἔπειτα νὰ ἀποχωρήσει». Μὲ αὐτὸν λοιπὸν τὸν τρόπο τελέστηκε ὁ ἐνταφιασμὸς τῶν πεσόντων κατὰ αὐτὸν τὸν χειμώνα, μὲ τὸ τέλος τοῦ ὁποίου συνέπεσε καὶ τὸ τέλος τοῦ πρώτου ἔτους τοῦ παρόντος πολέμου.



Πηγή: www.nektarios.gr

Σχετικά άρθρα...

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *