Ἑάλω ἡ Πόλις - Ὁ λόγος τοῦ Κωνσταντίνου ΙΑ΄ Παλαιολόγου
Καὶ ὁ αὐτοκράτωρ Κωνσταντῖνος, ὅπως γράφει ὁ Σφραντζῆς, «τῇ αὐτῇ ὀδυνηρᾷ ἑσπέρᾳ τῆς δευτέρας συνάξας πάντας τοὺς ἐν τέλει ἄρχοντας καὶ ἀρχομένους δημάρχους καὶ ἑκατόνταρχους καὶ ἑτέρους προκτίτους στρατιώτας», τοὺς μίλησε καὶ εἶπε:
«Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς, καὶ πόλεμον σφοδρὸν μετὰ συμπολικῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπιῇ ἡμᾶς... Παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων».
Μ' αὐτὰ τὰ λόγια ἄρχισε νὰ μιλάει ὁ αὐτοκράτωρ Κωνσταντῖνος. Ἦταν λόγια ἁπλά, σεμνά, γεμάτα ταπεινωσύνη. Ἀλαζονικὸς δὲν ἦταν, βέβαια, οὔτε ὁ λόγος τοῦ Μωάμεθ. [...] Ὡστόσο, μεγάλη - τεράστια - εἶναι ἡ ἀπόσταση τοῦ λόγου τοῦ νεαροῦ σουλτάνου ἀπὸ τὸ λόγο τοῦ αὐτοκράτορος Κωνσταντίνου, ἕνα λόγο ποὺ καὶ ὁ Λατῖνος ἀρχιεπίσκοπος Μυτιλήνης Λεονάρδος, στὴν ἐπιστολή του πρὸς τὸν Πάπα, τὸν ἔχει ἀνασυγκροτήσει ὅπως περίπου καὶ ὁ Σφραντζῆς. Ὁ Κωνσταντῖνος μίλησε σὰν ἄνθρωπος πού, ζώντας ἀκόμα στὸν κόσμο, εἶχε ξεπεράσει τὸν κόσμο («ἐκ τοῦ κόσμου οὐκ εἰμί», θὰ μποροῦσε νὰ πεῖ)· μίλησε σὰν «ὁ ποιμὴν ὁ καλός» ποὺ «τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων». Ὁ λόγος τοῦ Κωνσταντίνου ἦταν ἕνα μεγάλο μυστήριο. Ὅσοι συγκεντρώθηκαν καὶ τὸν ἄκουσαν, ἦταν σὰ νὰ κάθισαν γύρω ἀπὸ τὸ τραπέζι τοῦ Μυστικοῦ Δείπνου:
«Καλῶς οὗν οἴδατε, ἀδελφοί» - μ' αὐτὸν τὸν τρόπο ἐξακολούθησε νὰ μιλάει ὁ αὐτοκράτωρ - «ὅτι διὰ τέσσαρά τινα ὀφείλεται κοινῶς ἐσμὲν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἤ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ τῆς εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ὑπὲρ πάντων τούτων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἥν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν» (θαρρῶ πὼς θὰ τὸ εἶπε «ἀπολέσομεν»), «καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα. Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἅγει σήμερον ἀφ' οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ' ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς· καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μερόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἑλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιωρθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἵπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλεότητι, ἥν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις».
Καὶ ἀπευθύνοντας τώρα τὸ λόγο, ὡς ὑπεύθυνος στρατιωτικὸς ἀρχηγός, στοὺς συστρατιῶτες του, πρόσθεσε ὁ Κωνσταντῖνος:
«Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς αὐτῶν συνήθεια, ἐλεύσονται καθ' ἡμῶν μετὰ βαναύσου καὶ ἐπῃρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναρίθμητων, ἵνα ἡμᾶς φοβήσωσι... Καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἑλεβολίσκους ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι· δι' ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι καὶ ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευαμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπτεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε... Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπτόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. Διό, ὧ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ».
Ἀφοῦ εἶπε ὁ Κωνσταντῖνος μερικὲς ἀκόμα σκέψεις, κι' ἀφοῦ ἀπευθύνθηκε ἰδιαίτερα στοὺς Βενετοὺς ποὺ στέκονταν δεξιά του, καὶ στοὺς Λιγουρίτες ποὺ βρίσκονταν ἀριστερά του, ἐσφράγισε τὸ λόγο του μὲ τὶς λέξεις:
«Οὐκ ἔχω καιρὸν εἰπεῖν ὑμῖν πλείονα. Μόνον τὸ ταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ' εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ὑμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ἡμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὐτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν. Γνωρίσατε δὴ τοῦτο. Καὶ ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμῖν, ἐλπίζω εἰς θεὸν ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέφανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν, καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τῷ κόσμῳ ἔσεται».
«Οἱ πάντες», γράφει ὁ Σφραντζῆς ποὺ ἦταν παρών, «ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυθμοῦ λέγοντες· ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν».
[...]
Ἀφοῦ εἶπε ὁ Κωνσταντῖνος στοὺς «συστρατιῶτες» του ὅσα εἶχε νὰ πεῖ, καὶ ἀφοῦ, χρησιμοποιώντας τὸ δεύτερο πρόσωπο τοῦ πληθυντικοῦ καὶ βγάζοντας ἔξω τὸν ἐαυτό του, μίλησε γιὰ τὸν ἀδαμάντιο στέφανο ποὺ τοὺς ἔχει ἐπιφυλαχθεῖ «ἐν οὐρανοῖς», ξεκίνησε καὶ πῆγε - ὅπως γράφει ὁ Σφραντζῆς ποὺ τὸν ἀκολουθοῦσε ὥς τὴ νύχτα ἐκείνη ἀδιάκοπα σὰν ὁ πιὸ πιστὸς φίλος του - στὸ ναὸ τῆς Ἁγίας τοῦ Θεοῦ Σοφίας.
Ἀπὸ τὸ βιβλίο τοῦ
Παναγιώτη Κανελλοπούλου
ΓΕΝΝΗΘΗΚΑ ΣΤΟ ΧΙΛΙΑ ΤΕΤΡΑΚΟΣΙΑ ΔΥΟ
Ἀντιγραφή: Ἑλλήνων Φῶς