Εἰς Ἀφροδίτην

Ακέφαλο άγαλμα της θεάς Αφροδίτης ανακαλύφθηκε στο μετρό Θεσσαλονίκης

Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,
νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης∙
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα,
ὅσσα τ' ἐν οὐρανῶι ἐστι καὶ ἐν γαίηι πολυκάρπωι
ἐν πόντου τε βυθῶι {τε}, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη θαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων,
Πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι,
φαινομένη, τ' ἀφανής, ἐρατοπλόκαμ', εὐπατέρεια,
νυμφιδία σύνδαιτι θεῶν, σκηπτοῦχε, λύκαινα,
γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι,
ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις
καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων∙
ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ' ἐν' Ὀλύμπωι
ἐσσί, θεὰ βασίλεια, καλῶι γήθουσα προσώπωι,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ' ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα
ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις,
ἢ νύμφαις τέρπηι κυανώπισιν ἐν χθονὶ ∆ίηι
θῖνας ἐπ' αἰγιαλοῖς ѱαμμώδεσιν ἅλματι κούφωι∙
εἴτ' ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνθα καλαί τε
παρθένοι ἄδμηται νύμφαι τ' ἀνὰ πάντ' ἐνιαυτὸν
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.
ἐλθέ, μάκαιρα θεά μάλ' ἐπήρατον εἶδος ἔχουσα∙
ѱυχῆι γάρ σε καλῶ σεμνῆι ἁγίοισι λόγοισιν.



ορφικοί ύµνοι - ῥήµαταβραχέα
Ἀντιγραφὴ ἀπὸ ἀχείο .pdf

Πηγή: θεογονία ονοµάτων επίσκεψις

Σχετικά άρθρα...

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *