ΛΟΓΟΠΟΙΙΑΣ Η' (Θεόφραστου Χαρακτήρες)

Πηγή φωτογραφίας: Η Αλήθεια να λέγεται

Πηγή φωτογραφίας: Η Αλήθεια να λέγεται

Ἡ δὲ λογοποιία ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν [πιστεύεσθαι] βούλεται ὁ λογοποιῶν, ὁ δὲ λογοποιὸς τοιοῦτός τις, [2] οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας ἐρωτῆσαι· Πόθεν σύ; καὶ Λέγεις τι; [τί] καὶ πῶς; Ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν; καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν· Μὴ λέγεταί τι καινότερον; καὶ μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα. [3] καὶ οὐκ ἐάσας ἀποκρίνασθαι εἰπεῖν· Τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε εὐωχήσειν καινῶν λόγων. [4] καὶ ἔστιν αὐτῷ ἢ στρατιώτης [τις] ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς ἐξ αὐτῆς τῆς μάχης, οὗ φασιν ἀκηκοέναι· αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι. [5] διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυπέρχων καὶ ὁ βασιλεὺς μάχῃ νενίκηκε, καὶ Κάσανδρος ἐζώγρηται. [6] καὶ ἂν εἴπῃ τις αὐτῷ, Σὺ δὲ ταῦτα πιστεύεις; φήσει, τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, καὶ πάντας συμφωνεῖν, ταὐτὰ γὰρ λέγειν περὶ τῆς μάχης, καὶ πολὺν τὸν ζωμὸν γεγονέναι. [7] εἶναι δ' ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν· ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα. λέγει δ', ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς πάντα ταῦτα οἶδε. [8] καὶ πάντα διεξιὼν πῶς οἴεσθε πιθανῶς σχετλιάζει λέγων· Δυστυχὴς Κάσανδρος· ὢ ταλαίπωρος· ἐνθυμῇ τὸ τῆς τύχης; ἄλλ<ως> οὖν ἰσχυρὸς γενόμενος· [9] καὶ Δεῖ δ' αὐτόν σε μόνον εἰδέναι. πᾶσι δὲ τοῖς ἐν τῇ πόλει προσδεδράμηκε λέγων. [10]

[Τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες· οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ [ἀ]λυσιτελῶς ἀπαλλάττουσι. [11] πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν, οἱ δ' [ἐν] τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους δίκας ὠφλήκασιν. [12] εἰσὶ δ' οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ κράτος αἱροῦντες παρεδειπνήθησαν. [13] πάνυ δὴ ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα. ποία γὰρ οὐ στοά, ποῖον δὲ ἐργαστήριον, ποῖον δὲ μέρος τῆς ἀγορᾶς, [οὗ] οὐ διημερεύουσιν ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας. [14] οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις.]

Ἀπόδοση:

Ἡ λογοποιία 1 εἶναι διήγησις πλαστῶν λόγων καὶ πράξεων ποὺ ὁ λογοποιὸς θέλει νὰ τὰς κάμῃ πιστευτάς. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτός· ὅταν συναντήσῃ τὸν φίλον του, ἀφήνει ἀμέσως τὸ σοβαρὸν ὕφος καὶ μὲ χαμόγελο ἐρωτᾷ “ἀπὸ ποῦ ἔρχεσαι;” καὶ “τί λέγεις;” καὶ “πῶς δὲν γνωρίζεις τίποτε διὰ τὰ νέα τῆς ἡμέρας;” καὶ χωρὶς νὰ περιμένῃ ἀπάντησιν ἐξακολουθεῖ “μήπως λέγουν τίποτε νεώτερον; καὶ ὅμως καλὰ βεβαίως εἶναι τὰ λεγόμενα”· καὶ χωρὶς νὰ τὸν ἀφήσῃ νὰ ἀποκριθῇ, προσθέτει “πῶς δὲν ἤκουσες τίποτε; λοιπὸν θὰ σὲ χορτάσω μὲ σπουδαῖα νέα, πιστεύω”· καὶ τότε λέγει ὅτι τὰ ἔχει ἀκούσει ἀπὸ ἕνα στρατιώτην ἢ ἀπὸ τὸν δοῦλον τοῦ αὐλητοῦ Ἀστείου ἢ ἀπὸ τὸν ἐργολάβον Λύκωνα 2, ποὺ ἔχουν ἐπιστρέψει ἀπὸ τὴν μάχην· ἐκεῖνοι λοιπὸν εἰς τοὺς ὁποίους ἀναφέρονται οἱ λόγοι του εἶναι τοιοῦτοι, ποὺ δὲν ἠμπορεῖ κανεὶς νὰ ἐξακριβώσῃ τὴν ἀλήθειαν. Διηγεῖται λοιπόν, κατὰ τὴν μαρτυρίαν των, ὅτι ὁ Πολυπέρχων 3 καὶ ὁ βασιλεὺς ἔχουν νικήσει καὶ ὅτι ὁ Κάσσανδρος ἔχει συλληφθῆ αἰχμάλωτος· καὶ ἂν κανεὶς τὸν ἐρωτήσῃ “σὺ δὲ τὰ πιστεύεις;” θὰ ἀπαντήσῃ “τὸ πρᾶγμα εἶναι φανερόν, διότι τὸ συζητοῦν μεγαλοφώνως εἰς ὅλην τὴν πόλιν καὶ ὅτι ἡ φήμη διαδίδεται καὶ ὅλοι εἶναι σύμφωνοι, διότι δίδουν τὰς ἰδίας λεπτομερείας περὶ τῆς μάχης καὶ ὅτι ἔχει γίνει μεγάλη αἱματοχυσία. Ἀπόδειξις, λέγει, εἶναι καὶ τὰ πρόσωπα τῶν ἀρχόντων, διότι τὰ βλέπει ὅλων ἀλλαγμένα· προσθέτει δὲ ὅτι ἤκουσε κρυφὰ πὼς ἔχουν κρύψει εἰς ἕνα σπίτι κάποιον ποὺ ἦλθε πρὸ πέντε ἡμερῶν ἀπὸ τὴν Μακεδονίαν καὶ αὐτὸς τὰ γνωρίζει ὅλα· καὶ ἐνῷ τὰ διηγεῖται μὲ ὅσον τὸ δυνατὸν πειστικὸν τρόπον, ἐλεεινολογεῖ καὶ λέγει “δυστυχῆ, ταλαίπωρε Κάσσανδρε, συλλογίζεσαι τὴν μεταβολὴν τῆς τύχης; ἀλλ' ὅμως (συνελήφθη) ἀφοῦ ὑπῆρξε γενναῖος”· “αὐτὰ ποὺ σοῦ λέγω” λέγει εἰς τὸν φίλον του “πρέπει νὰ τὰ γνωρίζῃς μόνος”, ἀλλὰ εὐθὺς τρέχει καὶ τὰ διαδίδει εἰς ὅλην τὴν πόλιν.

(Θαυμάζω διὰ τοὺς τοιούτους ἀνθρώπους, τί ἆρά γε ἐπιζητοῦν καὶ πλάττουν ψευδεῖς εἰδήσεις· διότι ὄχι μόνον ψεύδονται, ἀλλὰ καὶ δὲν κερδίζουν τίποτε. Πολλάκις μάλιστα ἄλλοι μὲν ἀπὸ αὐτούς, ἐνῷ συναθροίζουν πολλοὺς γύρω των εἰς τὸ λουτρόν, χάνουν τὰ φορέματά των 4, ἄλλοι δέ, ἐνῷ νικοῦν μάχας κατὰ ξηρὰν καὶ κατὰ θάλασσαν εἰς τὴν Στοάν, καταδικάζονται ἐρήμην εἰς τὸ δικαστήριον, ἄλλοι πάλιν, ἐνῷ μὲ τὰ λόγια κυριεύουν κατὰ κράτος πόλεις, ἔχασαν τὸ δεῖπνόν των. Εἶναι πραγματικῶς πάρα πολὺ ἐλεεινὸν τὸ ἐπάγγελμά των διότι ποία στοὰ καὶ ποῖον ἐργαστήριον καὶ ποῖον μέρος της ἀγορᾶς ὑπάρχει, ὅπου δὲν περνοῦν ὅλην τὴν ἡμέραν των ἐνοχλοῦντες τοὺς ἀκροατάς των; τόσον πολὺ κουράζουν μὲ τὰς ψευδολογίας των).-

ΘΕΟΦΡΑΣΤΟΥ ΧΑΡΑΚΤΗΡΕΣ
Κείμενον, μετάφρασις καὶ ἑρμηνεία ὑπὸ ΕΜΜΑΝΟΥΗΛ ΔΑΥΪΔ
ΑΘΗΝΑΙ ΕΚΔΟΤΑΙ: ΙΩΑΝΝΗΣ Δ. ΚΟΛΛΑΡΟΣ & ΣΙΑ Α. Ε.
ΒΙΒΛΙΟΠΩΛΕΙΟΝ ΤΗΣ "ΕΣΤΙΑΣ „
1940



Πηγή: Μικρός Απόπλους

  1. Ἡ λέξις λογοποιὸς σημαίνει ἐπὶ καλοῦ τὸν ἱστοριογράφον, λογογράφον, ἐπὶ κακοῦ δὲ ἄνθρωπον ποὺ πλάττει καὶ διαδίδει ψευδεῖς εἰδήσεις καὶ σχετίζεται μὲ τὸν ἀδολέσχην, τοῦ ὁποίου ἴδε τὸν ὁρισμὸν (3). Οἱ λογοποιοὶ φαίνεται ὅτι εἶχον εἰς τὰς Ἀθήνας κατάλληλον ἔδαφος πρὸς ἀνάπτυξιν τοῦ χαρακτῆρός των. Ὁ Ἀριστοφάνης (Ἱππεῖς 1262) ὀνομάζει αὐτὰς Κεχηναίων πόλιν, ὁ δε Δημοσθένης περιγράφει τοιούτους λογοποιοὺς εἰς τὸν Α' Φιλιππικὸν (49) λέγων· “ἡμων δὲ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δὲ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δὲ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ — λόγους πλάττοντες περιερχόμεθα— ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες”. Ἡ τάσις αὕτη τῶν Ἀθηναίων ἐξηκολούθει καὶ κατὰ τοὺς μεταγενεστέρους χρόνους, ὡς φαίνεται ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων (XVII, 21) “Ἀθηναῖοι δὲ πάντες εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον”
  2. Αὐλητὴς τοῦ στρατοῦ ἦτο ὁ συνοδεύων μὲ τὸν αὐλὸν τὰς ἱεροτελεστίας πρὸ καὶ μετὰ τὴν μάχην. Οἱ Λακεδαιμόνιοι μόνον ἐχρησιμοποίουν αὐλητὰς καὶ διὰ τὰ στρατιωτικὰ ἐμβατήρια κατὰ τὰς ἐξόδους. Ἐργολάβος δὲ ὁ προμηθεύων διάφορα στρατιωτικὰ εἴδη ἢ ἀναλαμβάνων τὴν κατασκευὴν διαφόρων ἔργων κατὰ τὰς πολιορκίας.
  3. Ὁ Πολυπέρχων, στρατηγὸς τοῦ Μ. Ἀλεξάνδρου καὶ διοικητὴς τῆς Μακεδονίας μετὰ τὸν Ἀντίπατρον, περιῆλθεν εἰς πόλεμον πρὸς τὸν Κάσσανδρον, υἱὸν τοῦ Ἀντιπάτρου, ἐπὶ 10 ἔτη (319-309 π.Χ.). Ἐκ τῶν τριῶν βασιλέων ποὺ κατεῖχον κατ' ὄνομα μόνον τὸν θρόνον τῆς Μακεδονίας κατὰ τὴν περίοδον ταύτην, ἤτοι Ἀλεξάνδρου Δ', Ἡρακλέους υἱοῦ τοῦ Μ. Ἀλεξάνδρου, καὶ Φιλίππου Ἀρριδαίου, εἶναι δύσκολον νὰ ὁρισθῇ ποῖος ἦτο ὁ σύμμαχος τοῦ Πολυπέρχοντος· πιθανῶς πρόκειται περὶ τοῦ τελευταίου· ἡ ἀναφερομένη ἐδῶ μάχη ὑπὸ τοῦ λογοποιοῦ καὶ ἡ αἰχμαλωσία τοῦ Κασσάνδρου ἐννοεῖται ὅτι εἶναι πλασταί.
  4. Εἰς τὰ ἀποδυτήρια τῶν δημοσίων λουτρῶν ὑπῆρχον ὑπηρέται πρὸς φύλαξιν τῶν ἐνδυμάτων τῶν λουομένων, ἀλλ' ὅμως κλοπαὶ φορεμάτων ἐγίνοντο συχνότατα, ἂν καὶ αὐστηρότατα ἐτιμωροῦντο οἱ δρᾶσται, τοὺς ὁποίους ὠνόμαζον λωποδύτας (ἐκ τοῦ λῶπος = ἱμάτιον καὶ δύτης) δηλ. βουτηχτὰς ξένων φορεμάτων. Ἡ λέξις εἶναι καὶ σήμερον εὔχρηστος ἐπὶ τῶν ἀφαιρούντων ἐπιτηδείως ὄχι μόνον ἱμάτια ἀλλὰ καὶ βαλλάντια.— Χαρακτηριστικὸν εἶναι τὸ ἀνέκδοτον τοῦ φιλοσόφου Διογένους, ὁ ὁποῖος παρατηρήσας μίαν φορὰν κάποιον πρόσωπον ὕποπτον νὰ εἰσέρχεται εἰς τὸ ἀποδυτήριον τοῦ λουτροῦ τὸν ἠρώτησεν εἰρωνικῶς μὲ τὸ λογοπαίγνιον “ποῖ πορεύη; ἐπ' ἀλλειμμάτιον ἢ ἐπ' ἀλλ' ἱμάτιον;

Σχετικά άρθρα...

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *